TLG 2330 003 :: SCAMON :: Fragmenta

SCAMON Hist.
(Mytilenensis: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 489–491.

Frr. 1–6

Citation: Fragment — (line)

t1-5

ΕΥΡΗΜΑΤΑ.

1

(t)

E LIBRO PRIMO.
1 Athenaeus XIV: Σκάμων δ’ ἐν πρώτῳ Περὶ εὑρημάτων, σίκιννιν αὐτὴν εἰρῆσθαι ἀπὸ τοῦ σείε‐ σθαι· καὶ πρῶτον ὀρχήσασθαι τὴν σίκιννιν Θέρσιππον.

2

(t)

E LIBRO SECUNDO.
1 Suidas Lex. Φοινικήϊα γράμματα: Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑ‐ ρόντος ἔλαβον· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις· Σκάμων δὲ ἐν τῇ
5δευτέρᾳ τῶν Εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταίονος ὀνομασθῆναι· μυθεύεται δ’ οὗτος ἀρσένων μὲν παίδων ἄπαις· γενέσθαι δ’ αὐτῷ θυγατέρα Ἄγλαυρον, Ἕρσην, Πάνδροσον, Φοινίκην· τὴν δὲ Φοινίκην ἔτι παρθένον οὖ‐
σαν τελευτῆσαι· διὸ καὶ Φοινικήϊα καλέσαι γράμματα τὸν489
10Ἀκταίονα, βουλόμενόν τινος τιμῆς ἀπονεῖμαι τῇ θυγατρί.

t3-5

EX LIBRIS INCERTIS.

3

Athenaeus XIV: Φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς Περὶ εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθέντα ταύτης τυχεῖν τῆς προσηγορίας.

4

Idem XIV, 637, B: Τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν Σκάμων ὁ προειρημένος· ὀνομα‐ σθῆναι δ’ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός.

5

Clemens Alex. Strom. I, 74.: Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα
5μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυ‐ σαν, μηδ’ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς ἀλούστους ἐνο‐ μοθέτησαν, γεωμετρίας τε αὖ εὑρεταὶ γεγόνασιν. Εἰ‐ σὶν δὲ οἳ Κᾶρας τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπινενοη‐ κέναι λέγουσιν. Πτήσεις δὲ ὀρνίθων παρεφυλάξαντο
10πρῶτοι Φρύγες· καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι Ἰτα‐ λίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικὴν, ὥσπερ Τελμισεῖς τὴν δι’ ὀνείρων μαντι‐ κήν. Τυρρηνοὶ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας.
15 75. Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετὴς, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει. Οἱ δὲ Φοίνι‐ κας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγου‐ σιν. Ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς
20Αἴγυπτον ἀφικέσθαι τὴν Ἰώ. Μετὰ δὲ ταῦτα Ἀσκλη‐ πιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσε. Κέλμις τε αὖ καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι σίδηρον εὗρον ἐν Κύπρῳ, Δέλας δὲ ἄλλος
25Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. Ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον, ἔστι δὲ μάχαιρα καμπύλη, καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. Ὁμοίως δὲ καὶ Ἰλλύριοι τὴν καλουμένην πέλταν ἐξεῦρον. Ἔτι φασὶ Τουσκανοὺς
30τὴν πλαστικὴν ἐπινοῆσαι, Ἴτανόν τε—Σαυνίτης οὗ‐ τος ἦν—πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ἐπενόησεν ὄρος. Ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππάδοκες πρῶτοι εὗρον τὸν νάβλαν καλούμε‐
35νον, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι (Χαλκηδόνιοι?) γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτοσχέδιον. 76. Μήδειά τε ἡ Αἰήτου ἡ Κολχὶς πρώτη βαφὴν τρι‐ χῶν ἐπενόησεν. Ἀλλὰ καὶ Νώροπες—ἔθνος ἐστὶ Παιο‐
40νικὸν, νῦν δὲ Νωρικοὶ καλοῦνται—κατειργάσαντο χαλ‐ κὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βε‐ βρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς πρῶτος εὗρε. Περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν. Οἵ τε Τρωγλοδύται καλούμενοι σαμ‐
45βύκην εὗρον ὄργανον μουσικόν. Φασὶ δὲ καὶ τὴν πλα‐
γίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· [τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ὕαγνιν τὸν καὶ αὐτὸν Φρύγα·] κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον490

5

(50)

καὶ μιξολύδιον Μαρσύαν τῆς αὐτῆς ὄντα τοῖς προειρη‐ μένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι, τούς τε Σιδονίους τρίκωπον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ
55Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. Ἐπί τε Σεμιρά‐ μεως βασιλέως Αἰγυπτίων (sic) τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσιν. Καὶ πρώτην ἐπιστολὰς συντά‐ ξαι Ἄτοσσαν τὴν Περσῶν βασιλεύσασάν φησιν Ἑλ‐
60λάνικος. Σκάμων μὲν οὖν ὁ Μυτιληναῖος καὶ Θεόφρα‐ στος ὁ Ἐρέσιος, Κύδιππός τε ὁ Μαντινεὺς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀρι‐ στοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ
65καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν.

6

(t)

ΠΕΡΙ ΛΕΣΒΟΥ.
1 Schol. Iliad. γ, 250: Μήτηρ Πριάμου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ ποιήτῃ ὀνομάτων, κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν Ζευξίππη, κατὰ δὲ Ἑλλάνικον Στρυμώ. Στάμις
5δὲ ἐν τῷ Περὶ Λέσβου φησὶ Θόασαν
τὴν Τεύκρου.491